Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.47 Joseph. AJ 8.52 (English) >>Joseph. AJ 8.56

8.50

δὲ τῶν Τυρίων βασιλεὺς Εἴρωμος ἀκούσας ὅτι Σολόμων τὴν τοῦ πατρὸς διεδέξατο βασιλείαν ὑπερήσθη, φίλος γὰρ ἐτύγχανε τῷ Δαυίδῃ, καὶ πέμψας πρὸς αὐτὸν ἠσπάζετό τε καὶ συνέχαιρεν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς. ἀποστέλλει δὲ πρὸς αὐτὸν Σολόμων γράμματα δηλοῦντα τάδε· 8.51βασιλεὺς Σολόμων Εἱρώμῳ βασιλεῖ. ἴσθι μου τὸν πατέρα βουληθέντα κατασκευάσαι τῷ θεῷ ναὸν ὑπὸ τῶν πολέμων καὶ τῶν συνεχῶν στρατειῶν κεκωλυμένον· οὐ γὰρ ἐπαύσατο πρότερον τοὺς ἐχθροὺς καταστρεφόμενος πρὶν πάντας αὐτοὺς φόρων ὑποτελεῖς πεποιηκέναι. 8.52ἐγὼ δὲ χάριν οἶδα τῷ θεῷ τῆς παρούσης εἰρήνης καὶ διὰ ταύτην εὐσχολῶν οἰκοδομῆσαι τῷ θεῷ βούλομαι τὸν οἶκον· καὶ γὰρ ὑπʼ ἐμοῦ τοῦτον ἔσεσθαι τῷ πατρί μου προεῖπεν θεός. διὸ παρακαλῶ σε συμπέμψαι τινὰς τοῖς ἐμοῖς εἰς Λίβανον τὸ ὄρος κόψοντας ξύλα· πρὸς γὰρ τομὴν ὕλης ἐπιστημονέστερον ἔχουσι τῶν ἡμετέρων οἱ Σιδώνιοι. μισθὸν δʼ ὃν ἂν ὁρίσῃς ἐγὼ τοῖς ὑλουργοῖς παρέξω.” 8.53

Ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν Εἵρωμος καὶ τοῖς ἐπεσταλμένοις ἡσθεὶς ἀντιγράφει τῷ Σολόμωνι· “βασιλεὺς Εἵρωμος βασιλεῖ Σολόμωνι. τὸν μὲν θεὸν εὐλογεῖν ἄξιον, ὅτι σοι τὴν πατρῴαν παρέδωκεν ἡγεμονίαν ἀνδρὶ σοφῷ καὶ πᾶσαν ἀρετὴν ἔχοντι, ἐγὼ δὲ τούτοις ἡδόμενος ἅπαντα ὑπουργήσω τὰ ἐπεσταλμένα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.47 Joseph. AJ 8.52 (English) >>Joseph. AJ 8.56

Powered by PhiloLogic